Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.205 Joseph. AJ 19.211 (English) >>Joseph. AJ 19.216

19.209ἀδελφοῦ γὰρ παιδὸς υἱεῖ γεγονότι Τιβερίου, οὗ καὶ διάδοχος γίνεται, μέγα ἀνάγκασμα παιδείας ἀντέχεσθαι διὰ τὸ καὶ αὐτὸς εἰς τὰ πρῶτα ἐν αὐτῇ κατορθῶν διαπρέπειν, καὶ συνεφιλοκάλει Γάιος συγγενοῦς τε ἀνδρὸς καὶ ἡγεμόνος εἴκων ἐπιστολαῖς ἐπρώτευσέν τε τῶν κατʼ αὐτὸν πολιτῶν. 19.210οὐ μὴν ἀντισχεῖν οἷά τε ἐγένετο αὐτῷ τὰ ἐκ τῆς παιδείας συλλεγέντα ἀγαθὰ πρὸς τὸν ἐπελθόντα ὄλεθρον αὐτῷ ὑπὸ τῆς ἐξουσίας· οὕτως ἄρα δυσπόριστον ἀρετὴ τοῦ σωφρονεῖν, οἷς ἀνυπεύθυνον τὸ πράσσειν ῥᾳστώνῃ πάρεστιν. 19.211φίλοις μὲν κεχρῆσθαι καὶ πάντα ἀξιολόγοις ὑποσπουδασθεὶς τὸ κατʼ ἀρχὰς ὑπό τε παιδείας καὶ δόξης ζήλου τῶν κρειττόνων, μέχρι δὴ τῷ περιόντι τοῦ ὑβρίζειν ἀπαμφίασις εὐνοίᾳ τῇ πρὸς αὐτὸν ἐχρήσαντο μίσους ὑποφυέντος ὑπʼ αὐτῶν ἐπιβουλευθεὶς τελευτᾷ. 19.212

Κλαύδιος δέ, καθάπερ ἀνώτερον ἔφην, ἀπορρήξεως αὐτῷ τῶν Γαΐου ὁδῶν γενομένης καὶ τοῦ οἴκου θορυβηθέντος πάθει τῆς Καίσαρος τελευτῆς, ἐν ἀμηχάνοις ὢν περὶ τῆς σωτηρίας ἔν τινι στενωπῷ κατειλημμένος ἔκρυπτεν ἑαυτὸν οὐδεμίαν κινδύνων αἰτίαν πλὴν τῆς γενναιότητος ὑφορώμενος· 19.213μέτριον γὰρ ἰδιώτης ὢν ἦγεν αὑτὸν καὶ τοῖς πᾶσιν ἀρκῶν ἦν, παιδείᾳ τε συνιὼν καὶ μάλιστα τῇ Ἑλληνίδι καὶ παντὸς τοῦ εἰς θόρυβον ἀνακειμένου παντοίως ἀπαλλάσσων αὑτόν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.205 Joseph. AJ 19.211 (English) >>Joseph. AJ 19.216

Powered by PhiloLogic